Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.48.2 Hdt. 4.50.1 (English) >>Hdt. 4.52.1

4.49.2 ἐξ Ἰλλυριῶν δὲ ῥέων πρὸς βορέην ἄνεμον Ἄγγρος ποταμὸς ἐσβάλλει ἐς πεδίον τὸ Τριβαλλικὸν καὶ ἐς ποταμὸν Βρόγγον, δὲ Βρόγγος ἐς τὸν Ἴστρον· οὕτω ἀμφοτέρους ἐόντας μεγάλους Ἴστρος δέκεται. ἐκ δὲ τῆς κατύπερθε χώρης Ὀμβρικῶν Κάρπις ποταμὸς καὶ ἄλλος Ἄλπις ποταμὸς πρὸς βορέην ἄνεμον καὶ οὗτοι ῥέοντες ἐκδιδοῦσι ἐς αὐτόν· 4.49.3 ῥέει γὰρ δὴ διὰ πάσης τῆς Εὐρώπης Ἴστρος, ἀρξάμενος ἐκ Κελτῶν, οἳ ἔσχατοι πρὸς ἡλίου δυσμέων μετὰ Κύνητας οἰκέουσι τῶν ἐν τῇ Εὐρώπῃ· ῥέων δὲ διὰ πάσης τῆς Εὐρώπης ἐς τὰ πλάγια τῆς Σκυθίης ἐσβάλλει.

ch. 50 4.50.1 τούτων ὦν τῶν καταλεχθέντων καὶ ἄλλων πολλῶν συμβαλλομένων τὸ σφέτερον ὕδωρ γίνεται Ἴστρος ποταμῶν μέγιστος, ἐπεὶ ὕδωρ γε ἓν πρὸς ἓν συμβάλλειν Νεῖλος πλήθει ἀποκρατέει. ἴσος δὲ γὰρ δὴ τοῦτον οὔτε ποταμὸς οὔτε κρήνη οὐδεμία ἐσδιδοῦσα ἐς πλῆθός οἱ συμβάλλεται. 4.50.2 ἴσος δὲ αἰεὶ ῥέει ἔν τε θέρει καὶ χειμῶνι Ἴστρος κατὰ τοιόνδε τι, ὡς ἐμοὶ δοκέει· τοῦ μὲν χειμῶνος ἐστὶ ὅσος περ ἐστι, ὀλίγῳ τε μέζων τῆς ἑωυτοῦ φύσιος γίνεται· ὕεται γὰρ γῆ αὕτη τοῦ χειμῶνος πάμπαν ὀλίγῳ, νιφετῷ δὲ πάντα χρᾶται· 4.50.3 τοῦ δὲ θέρεος χιὼν ἐν τῷ χειμῶνι πεσοῦσα, ἐοῦσα ἀμφιλαφής, τηκομένη πάντοθεν ἐσδιδοῖ ἐς τὸν Ἴστρον. αὕτη τε δὴ χιὼν ἐσδιδοῦσα ἐς αὐτὸν συμπληθύει καὶ ὄμβροι πολλοί τε καὶ λάβροι σὺν αὐτῇ· ὕει γὰρ δὴ τὸ θέρος.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.48.2 Hdt. 4.50.1 (English) >>Hdt. 4.52.1

Powered by PhiloLogic